Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 37.30 | Dem. 37.35 (English) | >>Dem. 37.37 |
37.33ἐνταυθὶ πόλλʼ ἄττα καὶ δεινά μοι ἅμʼ ἐγκαλεῖ · καὶ γὰρ αἴκειαν καὶ ὕβριν καὶ βιαίων καὶ πρὸς ἐπικλήρους ἀδικήματα . τούτων δʼ εἰσὶν ἑκάστου χωρὶς αἱ δίκαι καὶ οὔτε πρὸς ἀρχὴν τὴν αὐτὴν οὔθʼ ὑπὲρ τιμημάτων τῶν αὐτῶν , ἀλλʼ ἡ μὲν αἴκεια καὶ τὰ τῶν βιαίων πρὸς τοὺς τετταράκοντα , αἱ δὲ τῆς ὕβρεως πρὸς τοὺς θεσμοθέτας , ὅσα δʼ εἰς ἐπικλήρους , πρὸς τὸν ἄρχοντα . οἱ δὲ νόμοι καὶ τούτων διδόασι τὰς παραγραφὰς ἀντιλαγχάνειν , περὶ ὧν οὐκ εἰσὶν εἰσαγωγεῖς . λέγε δʼ αὐτοῖς τουτονὶ τὸν νόμον .τοῦτο τοίνυν ἐμοῦ παραγεγραμμένου πρὸς τῇ ἄλλῃ παραγραφῇ , “καὶ οὐκ ὄντων εἰσαγωγέων τῶν θεσμοθετῶν ὑπὲρ ὧν λαγχάνει Πανταίνετος ,” ἐξαλήλιπται καὶ οὐ πρόσεστι τῇ παραγραφῇ . τὸ δʼ ὅπως , ὑμεῖς σκοπεῖτε · ἐμοὶ μὲν γάρ , ἕως ἂν ἔχω τὸν νόμον αὐτὸν δεικνύναι , οὐδʼ ὁτιοῦν διαφέρει · οὐ γὰρ τὸ γιγνώσκειν καὶ συνιέναι τὰ δίκαιʼ ὑμῶν ἐξαλεῖψαι δυνήσεται .
λαβὲ δὴ καὶ τὸν μεταλλικὸν νόμον · καὶ γὰρ ἐκ τούτου δείξειν οἴομαι , οὔτʼ οὖσαν εἰσαγώγιμον τὴν δίκην , χάριτός τʼ ὢν μᾶλλον ἄξιος ἢ τοῦ συκοφαντεῖσθαι . λέγε .
Νόμος
37.34
37.35
Νόμος
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 37.30 | Dem. 37.35 (English) | >>Dem. 37.37 |